Κυριακή, 14 Απριλίου 2013

Ο Άγιος Λεωνίδας


Τοῦ Ἁγίου ἱερομάρτυρος Λεωνίδου Ἐπισκόπου Ἀθηνῶν 
(15 ΑΠΡΙΛΙΟΥ) Ἦχος α΄
Ἀθηνῶν τῶν κλεινῶν σε Ἱεράρχην καί μάρτυρα ὕμνοις καί ὠδαῖς εὐφημοῦμεν, Λεωνίδα πατήρ ἡμῶν μακάριε, Δεκίου ὑπομείναντα στερρῶς μανίαν καί φρικώδη διωγμόν, τῶν αἰμάτων σου τοῖς ρείθροις, τῆς Ἐκκλησίας θεμελίους καταρδεύσαντα. Δόξα τῶ σέ δοξάσαντι Χριστῶ` δόξα τῶ σέ ἐνισχύσαντι` δόξα τῶ δωρησαμένω σε ἡμῖν πρέσβυν ἀκοίμητον. ( ποίημα: +Μητροπολίτου Πατρών Νικοδήμου 1998) 


Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ποιμὴν ἱερώτατος, καὶ Ἱεράρχης σοφός, τῆς πόλεως γέγονας, τῶν Ἀθηνῶν τῆς κλεινῆς, Λεωνίδα μακάριε· ὅθεν ἱερατεύσας, τῷ Σωτῆρι ὁσίως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὴν πλάνην καθεῖλες. Καὶ νῦν Πάτερ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης ἐνθεώτατος Πάτερ, μαρτυρικῶς τὸν σὸν ἐτέλεσας βίον, Ἱερομάρτυς Λεωνίδα ἔνδοξε· χαίρων γὰρ ὑπήνεγκας, τῆς σαρκὸς τὰς ὀδύνας· ὅθεν μεταβέβηκας, πρὸς οὐράνιον λῆξιν, ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς Χριστόν, τῶν ἐκτελούντων, τὴν πάνσεπτον μνήμην σου.
Μεγαλυνάριον.
Χαίροις τῆς Ἑλλάδος θεῖος βλαστός, Ἱερομαρτύρων Λεωνίδα ἡ καλλονή· χαίροις Ἀθηναίων, ὁ θεῖος Ποιμενάρχης, καὶ πρὸς Χριστὸν μεσίτης, Πάτερ θερμότατος.



0 σχόλια:

ΕΥΓΕ ΣΕ ΟΣΟΥΣ ΑΝΤΙΣΤΕΚΟΝΤΑΙ ΔΥΝΑΜΙΚΑ ΣΤΗΝ ΚΑΤΑΡΓΗΣΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΑΡΓΙΑΣ

ΕΥΓΕ ΣΕ ΟΣΟΥΣ ΑΝΤΙΣΤΕΚΟΝΤΑΙ ΔΥΝΑΜΙΚΑ ΣΤΗΝ ΚΑΤΑΡΓΗΣΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΑΡΓΙΑΣ
ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΠΑΤΡΩΝ ΧΡΥΣΟΣΤΟΜΟΣ

ΛΥΧΝΟΣ TV-ΑΦΙΕΡΩΜΑ ΣΤΗΝ ΕΝΟΡΙΑ ΜΑΣ

ΛΥΧΝΟΣ TV-ΑΦΙΕΡΩΜΑ ΣΤΗΝ ΕΝΟΡΙΑ ΜΑΣ
ΚΥΡΙΑΚΗ ΣΤΗΝ ΕΝΟΡΙΑ

ΚΑΤΗΧΗΤΙΚΑ 2016-2017

ΚΑΤΗΧΗΤΙΚΑ 2016-2017
ΕΛΑ ΚΑΙ ΕΣΥ ΣΤΗΝ ΠΑΡΕΑ ΜΑΣ...

ΤΡΑΠΕΖΑ ΑΓΑΠΗΣ

ΤΡΑΠΕΖΑ ΑΓΑΠΗΣ
ΑΠΟ ΤΟ ΕΝΟΡΙΑΚΟ ΦΙΛΩΠΤΩΧΟ ΤΑΜΕΙΟ

Blog Archive

Από το Blogger.

Δημοφιλείς αναρτήσεις

Αρχειοθήκη ιστολογίου

ΕΘΕΛΟΝΤΙΚΗ ΑΙΜΟΔΟΣΙΑ

ΕΘΕΛΟΝΤΙΚΗ ΑΙΜΟΔΟΣΙΑ
Δώσε ζωή...

ΠΡΟΒΟΛΕΣ ΣΕΛΙΔΑΣ

Translate